ΜΑΚΑΡΙΣΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΟΔΟΥΛΟΥ ΚΕΙΜΕΝΑ



������������������

Προηγούμενη σελίδα


Η επιστολή του Μακαριωτάτου Αρχιεπισκόπου Αθηνών και Πάσης Ελλάδος κ.κ. Χριστοδούλου που αναγνώσθηκε κατά την τελευταία Συνεδρία της 150ης Συνοδικής Περιόδου

17/8/2007

+ ὁ Ἀρχιεπίσκοπος Ἀθηνῶν
καὶ πάσης Ἑλλάδος
XPICTOΔOYΛOC

Ἐν Ἀθήναις τῇ 17ῃ Αὐγούστου 2007

Πρὸς τὴν Ἱερὰν Σύνοδον τῆς Ἐκκλησίας τῆς Ἑλλάδος
ΑΘΗΝΑΣ


Σεβασμιώτατοι
Καὶ ἀγαπητοὶ ἐν Χριστῷ ἀδελφοί,
συλλειτουργοὶ καὶ συνδιάκονοι τοῦ μυστηρίου τῆς Ἐκκλησίας, χαίρετε ἐν Κυρίῳ!

Ὁ τὰ πάντα λυσιτελῶς οἰκονομῶν καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων Πανάγαθος Κύριος τῆς ζωῆς ηὐδόκησε φιλανθρώπως, κατὰ τὸ θεῖον Αὐτοῦ μέγα ἔλεος, τὰ καθ' ἡμᾶς, ἐπιτρέψας τὴν δοκιμασίαν τῆς ἀσθενείας ἡμῶν, ἧς τὸ πρῶτον στάδιον διήλθομεν ἐνισχυθέντες ὑπ’ Αὐτοῦ. Μέλλομεν δὲ καὶ εἰς τὸ δεύτερον στάδιον ὑπεισελθεῖν, καθὼς ἀνηγγέλθη καὶ ἐγνώσθη πᾶσιν ὑμῖν καἰ παντὶ τῷ πληρώματι τῆς καθ' Ἑλλάδα Ἐκκλησίας.

Ὅτε θὰ ἀναγιγνώσκηται, ἐν τῇ Συνεδρίᾳ ὑμῶν τῆς 31ης Αὐγούστου 2007, ἡ ἡμετέρα παροῦσα ἐπιστολή, ἡμεῖς θὰ εὑρισκόμεθα σωματικῶς μὲν μακρὰν ὑμῶν, πνευματικῶς δὲ σὺν ὑμῖν, συναγωνιζόμενοι ἐν τῇ διαποιμάνσει τοῦ λαοῦ τοῦ Θεοῦ.

Ἐπιθυμοῦντες, ἵνα ἐπικοινωνήσωμεν μεθ' ὑμῶν ἀπευθύνομεν ὑμῖν τὴν παροῦσαν ἐπιστολὴν ἡμῶν, καταθέτοντες ἐνώπιον ὑμῶν ὡρισμένας τινὰς σκέψεις, ὡς ἡ παροῦσα περίστασις ἐπιβάλλει τοῦτο.

1. Κατὰ τὸ διάστημα τῆς πολυημέρου παραμονῆς ἡμῶν πρὸς θεραπείαν καὶ ἀποκατάστασιν τῶν λειτουργιῶν τοῦ σώματος ἡμῶν, πεπείσμεθα ὅτι ὁ Κύριος ἡμῶν ἐκάλεσεν ἡμᾶς διὰ τῆς ταπεινώσεως τῆς ἀσθενείας ἡμῶν, ἵνα δοξάσωμεν Αὐτόν, ὑπομένοντες ἀγογγύστως ἐν καρτερίᾳ καὶ ὑπομονῇ πᾶσαν θλίψιν, αἵροντες τὸν τεθέντα ἐπὶ τῶν ὤμων ἡμῶν σταυρῶν τῆς ἀσθενείας τῆς σαρκὸς ἡμῶν.

Ἀνταπεκρίθημεν προθύμως εἰς τὴν κλῆσιν Αὐτοῦ, ἵνα ἄρωμεν τὸν σταυρὸν τοῦτον καὶ αἴρομεν αὐτὸν τῇ Αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, κατὰ τὸ ἀποστολικὸ λόγιον, «ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν» (πρὸς Ἑβραίους Ἰβ' 2).

Εὑρισκόμενοι ἐν τῇ μονώσει τοῦ Θεραπευτηρίου, «μόνοι μόνῷ Θεῷ», ἐδεήθημεν «πρὸς τὸν δυνάμενον σώζειν ἡμᾶς ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων» (πρὸς Ἑβραίους ε’ 7) καὶ ἐζητήσαμεν παρὰ τοῦ δίδοντος ἰσχὺν τοῖς ἀδυνάτοις τὴν βοήθειαν Αὐτοῦ, ἵνα μὴ συντριβῶμεν ὑπὸ τῆς ἀσθενείας. Ὁ δὲ Κύριος οὐκ ἐγκατέλειψεν ἡμᾶς, ἄλλ’ ἐστήριξεν ἡμᾶς διὰ πολλῶν, περὶ ὧν οὐκ ἔστι λέγειν κατὰ μέρος, Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμεν Αὐτόν, ὅτι ἐμεγάλυνε τὸ ἔλεος Αὐτοῦ ἐφ' ἡμᾶς.

Πρὸς παράκλησιν καὶ παρηγορὶαν ἡμῶν, κατὰ τὸ ἐν λόγῳ διάστημα, διὰ ποικίλων ἐνεργειῶν ἐξεδηλώθησαν πρὸς τὸ πρόσωπον ἡμῶν πανδήμως ἡ ἀγάπη, ὁ σεβασμός, ἡ τιμὴ καὶ ἡ συμπάθεια πάντων, ἤτοι τῶν Προκαθημένων τῶν Ὀρθοδόξων Ἐκκλησιῶν, τῶν Σεβασμιωτάτων ἀδελφῶν τῆς Σεπτῆς Ἱεραρχίας ἡμῶν καὶ πολλῶν ἄλλων Ἱεραρχῶν ἐξ ἑτέρων ἐκκλησιαστικῶν δικαιοδοσιῶν,τοῦ Ἱεροῦ Κλήρου,τῶν Μοναχῶν καὶ τῶν Πιστῶν, ἐν οἷς προεξῆρχον οἱ ἄρχοντες τῆς ποικίλης ἡγεσίας τῆς Πατρίδος ἡμῶν.

Πάντας εὐχαριστοῦμεν ἀξιοχρέως καὶ ἐν εὐγνωμοσύνῃ παρακαλοῦμεν τὸν Πανάγαθον Κύριον, ἵνα διατηρῆ πάντας ὑμᾶς καὶ αὐτοὺς ἐν ὑγιείᾳ ἀμφιλαφεῖ καὶ χαρίζηται δαψιλῶς πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα πάντων, ὑμῶν τε καὶ αὐτῶν.

Ἐνισχυθέντες ὑπὸ τῆς πανσθενουργοῦ «ἐξ ὕψους δυνάμεως» (Πράξεων α' 8), ἀνεχωρήσαμεν διὰ τὴν ἀλλοδαπήν, διὰ νὰ διατρέξωμεν τὸ ὑπόλοιπον στάδιον τῆς δοκιμασίας ἡμῶν, ἐφωδιασμένοι περαιτέρω διὰ τῶν εὐχῶν καὶ προσευχῶν ὑμῶν καὶ παντός τοῦ λαοῦ τοῦ Θεοῦ.

*
2. Ἀναλογιζόμενοι, ὡς εἰκός, ὅτι δὲν θὰ εὑρισκώμεθα ὅπου ὁ Κύριος, ἡ κεφαλὴ τῆς Ἐκκλησίας, ἔταξεν τὴν ἡμετέραν Ἔλαχιστότητα,ἵνα μεριμνῶμεν κατὰ τὴν ἀναλογοῦσαν ἡμῖν εὐθυνην τῆς ἐν κοσμῳ καὶ ἐν ἱστορίᾳ πορείας τῆς καθ' Ἑλλάδα Ἐκκλησίας, ἀναμιμνησκόμεθα τῶν λόγων τοῦ ἀποστόλου τῶν ἐθνῶν Παύλου καὶ τῆς καθ’ Ἑλλάδα Ἐκκλησίας θεμελιωτοῦ, οὕς πρὸς τοὺς Πρεσβυτέρους τῆς Ἐφέσου εἶπεν καὶ ἐπαναλαμβάνομεν προσαρμόζοντες αὐτοὺς καταλλήλως.

Ὑμεῖς ἐπίστασθε ἀπὸ τῆς πρώτης ἡμέρας, ἀφ’ ἧς ἐπέβημεν εἰς τὴν ἀρχιεπισκοπικὴν διακονίαν, ὅτι μεθ' ὑμῶν τὸν πάντα χρόνον ἐγενόμεθα δουλεύοντες τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δακρύων καὶ πειρασμῶν ἐκ τῶν συμβάντων ἡμῖν ἐν ταῖς ποικίλαις ἐπιβουλαῖς, ὅτι οὐδὲν τῶν συμφερόντων τῇ Ἐκκλησίᾳ παρεβλέψαμεν τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ μεριμνῆσαι τὰ δέοντα, ἄριστά τε καὶ συμφέροντα (πρβλ. Πράξεων κ' 18-22).

Καὶ νῦν ἰδοὺ ἡμεῖς δεδεμένοι τῷ πνεύματι πορευόμεθα εἰς τὴν ἀλλοδαπὴν τὰ ἐν αὐτῇ μέλλοντα περὶ ἡμῶν συμβαίνειν μὴ εἰδότες, ἀλλ' οὐδενὸς λόγου ποιούμεθα περὶ αὐτῶν , εἰ μὴ μόνον τοῦ εἰς τὸ θεῖον θέλημα ὑποταγῆναι καὶ τὸν δρόμον ἡμῶν μετὰ χαρᾶς καὶ τὴν διακονίαν, ἥν ἐλαβομεν παρὰ τοῦ Κυρίου Ἰησοῦ, τελειῶσαι (πρβλ, Πράξεων κ’ 23-24).

*
3. Ληγούσης σήμερον τῆς 150ῆς Συνοδικῆς περιόδου 2006-2007, καθ' ἣν μεθ' ὑμῶν διευθετήσαμεν, ὅσον ἔνεστι, τὰ τῆς Ἐκκλησίας πράγματα πρὸς δόξαν τοῦ ἐπουρανίου Θεοῦ Πατρὸς καὶ οἰκοδομὴν τῶν πιστῶν, εὐχαριστοῦμεν ἀξιοχρέως καὶ ὁλοθύμως ὑμᾶς διὰ τὴν συνδρομὴν ἑνὸς ἑκάστου καὶ τὴν συνεργασίαν αὐτοῦ πρὸς ἐπίτευξιν τῶν ἀποσκοπούντων εἰς τὴν οἰκοδομὴν τῶν πιστῶν.

Ἐδόθη ἡ εὐκαιρία εἰς πάντας, ὅπως διατυπώσουν τὰς γνώμας αὐτῶν ἐνεργοῦντες ἐλευθέρως καὶ ὑπευθύνως, ὥστε διὰ τῆς κοινῆς τῶν πάντων συνεισφορᾶς νὰ ἀποφασισθοῦν τὰ λυσιτελῆ καὶ σωτήρια. Εὐχαριστοῦμεν τῷ Κυρίῳ, τῶ ἀξιωσάντι πάντας ἡμᾶς, ἵνα διατρέξωμεν τὸν δόλιχον τῆς ἐκκλησιαστικῆς διακονίας καὶ ἵνα φθάσωμεν εἰς τὸ τέλος αὐτοῦ διατηρήσαντες τὴν ἑνότητα τῆς πίστεως, φρουρήσαντες τὴν ἐν Χριστῷ Ἀδελφότητα, ἐποικοδομήσαντες ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων τὴν καθ' Ἑλλάδα Ἐκκλησίαν.

Δὲν θὰ προβῶμεν διὰ τῆς παρούσης εἰς λεπτομερῆ ἀπολογισμόν του ἐπιτελεσθέντος ἔργου κατὰ τὴν ἀποιχομένην Συνοδικὴν περίοδον. Τοῦτο κατεγράφη εἰς τὰ Πρακτικὰ τῶν γενομένων Συνεδριῶν. Παρακαλοῦμεν τὸν Κύριον ἡμῶν, ὅπως δεχθῆ εὐαρέστως τὴν διακονίαν ταύτην ἡμῶν τῶν ἐλαχίστων, εὐλογήσῃ καὶ ἐπαυξήσῃ αὐτὴν διὰ τῆς Χάριτος Αὐτοῦ, ἵνα «πολὺν καρπὸν φέρει» (Ἰωάννου ιβ' 24), τὴν πίστιν καὶ τὴν ἀρετὴν τῶν ἀδελφῶν.

«Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ἡμῶν ἐν Χριστῷ Ἰησοῦ» (πρὸς Φιλιππησίους δ' 7).

«Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοὶ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν» (πρὸς Ρωμαίους ιε' 30).

Ἔρρωσθε κατ' ἄμφω πάντες.

Ἀγαπητὸς ἐν Χριστῷ Ἀδελφὸς

+ ὁ Ἀθηνῶν Χριστόδουλος, πρόεδρος


Προηγούμενη σελίδα