Η Επικαιρότητα από Κινητό από κινητό |
ΑΡΧΕΙΟ ΕΙΔΗΣΕΩΝ
ΣΥΝΕΔΡΙΑ


Επιστολή Αρχιεπισκόπου προς τον Αλβανίας Αναστάσιο

12.11.2020     Ώρα ανάρτησης: 3:27:25 PMΕκτύπωση

Ἐπιστολή συμπαθείας πρός τόν Μακαριώτατον Ἀρχιεπίσκοπον Τιράνων καί πάσης Ἀλβανίας κ. Ἀναστάσιον, ἀπέστειλε σήμερα ὁ Μακαριώτατος Πρόεδρος της Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, Ἀρχιεπίσκοπος Ἀθηνῶν καί πάσης Ἑλλάδος κ. Ἱερώνυμος, τῆς ὁποίας τό ἀκριβές περιεχόμενο εἶναι τό ἑξῆς:
«Μακαριώτατε Ἀρχιεπίσκοπε Τιράνων, Δυρραχίου καί πάσης Ἀλβανίας, ἐν Χριστῷ τῷ Θεῷ λίαν ἀγαπητέ καί περιπόθητε ἀδελφέ καί συλλειτουργέ τῆς ἡμῶν Μετριότητος, κύριε Ἀ ν α σ τ ά σ ι ε, τήν Ὑμετέραν Μακαριότητα ἐν Κυρίῳ κατασπαζόμενοι ὑπερήδιστα προσαγορεύομεν.
Μετ’ ἰδιαιτέρας συγκινήσεως καί ἀγωνίας ἐπληροφορήθημεν περί τῆς ἐπισυμβάσης ἀσθενείας τῆς Ὑμετέρας λίαν ἡμῖν ἀγαπητῆς καί περισπουδάστου Μακαριότητος, διό καί προαγόμεθα διά τοῦ παρόντος ἀδελφικοῦ ἡμῶν Γράμματος ἵνα ἐκφράσωμεν Αὐτῇ τήν βαθεῖαν συμπάθειαν τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, τῆς Ἱερᾶς ἡμῶν Συνόδου καί ἡμῶν προσωπικῶς.
Δεόμενοι δέ ὑποκαρδίως τοῦ ἰατροῦ τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν Κυρίου ὑπέρ τῆς ταχείας ἀποκαταστάσεως τῆς πολυτίμου ὑγίειας τῆς Ὑμετέρας Μακαριότητος, εὐχόμεθα Ὑμῖν ὅπως ὁ Σωτήρ ἡμῶν, ὁ ἀναλαμβάνων τάς ἀσθενείας τῶν τέκνων Αὐτοῦ, ἐπιρρωννύῃ Ὑμᾶς καί χαρίζηται μακρότητα ἡμερῶν, ἔτι καί ἔτι εὐκλεῆ Ἀρχιεπισκοπείαν καί πᾶσαν ἄλλην δωρημάτων τελείων δαψίλειαν.

Κατασπαζόμενοι Ὑμᾶς ἐν φιλήματι ἁγίῳ διατελοῦμεν τῆς Ὑμετέρας Μακαριότητος ἀγαπητός ἀδελφός καί ὅλως πρόθυμος
† Ὁ Ἀθηνῶν Ἱερῶνυμος, Πρόεδρος»