ΑΡΧΕΙΟ ΕΠΙΣΤΟΛΩΝ


Επιστολές της Ιεράς Συνόδου

Προηγούμενη σελίδα | Εκτύπωση


Προς τον Παναγιώτατο Ἀρχιεπίσκοπο Κωνσταντινουπόλεως, Νέας Ῥώμης καὶ Οἰκουμενικό Πατριάρχη κύριο Βαρθολομαίο (Πάσχα 2021)
(10/5/2021).

Ἀριθ. Πρωτ. 1601
Ἀριθ. Διεκπ. 749


Παναγιώτατε καὶ Θειότατε Ἀρχιεπίσκοπε Κωνσταντινουπόλεως, Νέας Ῥώμης καὶ Οἰκουμενικὲ Πατριάρχα, ἐν Χριστῷ τῷ Θεῷ λίαν ἀγαπητὲ καὶ περιπόθητε ἀδελφὲ καὶ συλλειτουργὲ τῆς ἡμῶν Μετριότητος, κύριε Βαρθολομαῖε, τὴν Ὑμετέραν Θειοτάτην Παναγιότητα ἐν Κυρίῳ κατασπαζόμενοι ὑπερήδιστα προσαγορεύομεν.

«Σήμερον ἐκ νεκύων Χριστὸς μέγας οἷσιν ἐμίχθη ἔγρετο,
καὶ θανάτου κέντρον ἀπεσκέδασε»
(Γρηγ. Θεολ., Ἔπη εἰς ἑαυτόν, ΛΗ´, ΕΠΕ 10)

Ὁ μέγας ἐν Πατράσι καὶ τῆς θεολογίας ἐπώνυμος, Γρηγόριος, ὁ μύστης τῶν δογμάτων καὶ ἐννοιῶν Χριστοῦ νοῦς ὁ ἀκρότατος, συνᾴδει μετὰ Παύλου τοῦ οὐρανοβάμονος, ὅτι ὁ τῆς Δόξης Βασιλεύς, ὁ ἐκ νεκρῶν Ἀναστὰς Κύριος, ὁ συγκραθεὶς τῇ ἀρρήτῳ Αὐτοῦ σαρκώσει τῷ γένει τῶν ἀνθρώπων, ἀπεσκέδασε τὸ κέντρον τοῦ θανάτου (Κορ. Α´ 15, 54–55) καὶ «ζοφεροὺς πυλεῶνας ἀμειδήτου ἀΐδαο ρήξατο, καὶ ψυχαῖς δῶκεν ἐλευθερίην» (Γρ. Θεολ., ἔ.ἀ.)

Αἱ φοβεραὶ καὶ ἀφεγγεῖς τοῦ θανάτου πύλαι ὄντως συνετρίβησαν ὑπὸ τοῦ τῆς ζωῆς Ἀρχηγέτου, τοῦ Πρωτοτόκου ἐκ τῶν νεκρῶν, ὅστις ἐδωρήσατο ταῖς ψυχαῖς τῶν ἐν Ἅιδῃ κατασχομένων ἐλευθερίαν, ἄνεσιν δεσμῶν καὶ εἴσοδον εἰς τὴν λαμπρότητα τῶν Ἁγίων. Ὁ ἀΐδιος πατροφαὴς Λόγος καὶ τοῦ ἀκροτάτου Φωτὸς Φῶς ἄκρον «μερόπεσσι φαάνθη» (Γρ. Θεολ., ἔ.ἀ.), τῇ Αὐτοῦ Ἀναστάσει.

Ἀληθῶς, ὁ ἄμβροτος ὡς βροτὸς ἐφανερώθη τοῖς ἀνθρώποις, ὧν προσέλαβε τὸ φύραμα «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος» (Φιλ. 2, 7), σταυρωθεὶς δὲ καὶ ἀναστὰς παρέσχε τοῖς εἰς Αὐτὸν πιστεύουσι τὴν ἐν Χριστῷ παλιγγενεσίαν, ὥστε ἑπόμενοι τοῖς ἴχνεσιν Αὐτοῦ καὶ ἑνούμενοι μετ’ Αὐτοῦ ἐν τῷ παρόντι βίῳ καὶ τῇ ἀγήρῳ μακαριότητι, νὰ λαμβάνωσιν ὀλβιοδώρως τὴν ἀπολύτρωσιν καὶ τὸ σὺν Χριστῷ Ἀναστάντι εἶναι εἰς αἰῶνας ἀτελευτήτους.

Διὸ καὶ ἡμεῖς, ὡς ὑπὸ Θεοῦ ἠλεημένοι, ἀκολουθοῦμεν ἐν πίστει «τῷ Ἀρνίῳ, ὅπου ἂν ὑπάγῃ» (Ἀποκ. 14, 4), καὶ μέλπομεν ἀγαλλόμενοι τὸν ἐπινίκιον ὕμνον, ὁμοῦ μετὰ τοῦ κυκλοῦντος τὸν ἀεὶ Ὄντα αἰγλήεντος χοροῦ φαεσφόρων Ἀγγέλων, ᾄδοντες Χριστὸν εἰς τοὺς αἰῶνας, τὸν μόνον ἀληθινὸν Θεὸν καὶ Σωτῆρα ἡμῶν, καθ’ ὅτι «οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς» (Πράξ. 4, 12).

Καὶ ἀναφωνοῦμεν, σὺν τοῖς μακαρίοις πνεύμασι τῶν Προφητῶν, τῶν Ἀποστόλων καὶ τῶν Πατέρων, τῶν Μαρτύρων, τῶν Ὁσίων καὶ τῶν Δικαίων, ὅτι ὄντως καὶ παναληθῶς
«Χριστὸς Ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας,
καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος».

Εἰς αἴνεσιν δὲ καὶ δοξολογίαν τοῦ Ἀναστάντος καλοῦμεν, ὁμοῦ μετὰ τῶν Τριῶν ἐν καμίνῳ Παίδων, ἅπασαν τὴν κτίσιν, τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοὺς οὐρανοὺς τῶν οὐρανῶν καὶ τὴν κοιλάδα ταύτην τοῦ κλαυθμῶνος, τὸν ἥλιον καὶ τὴν σελήνην, τὸ φῶς καὶ τὸ σκότος, τὰ ὄρη καὶ τοὺς βουνοὺς καὶ πάντα τὰ φυόμενα ἐν τῇ γῇ, τὰς πηγὰς καὶ τὰς θαλάσσας καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασιν (Δαν. 3, 28–67), εἰς τὸ ἀνυμνεῖν παναρμονίως, ἐπιστεφίῳ μέλει, «τὸ Ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ Ὄνομα Αὐτοῦ μόνου» (Ψαλμ. 148, 13).

Ὅθεν καὶ ἡμεῖς οἱ καταξιούμενοι, Θεοῦ εὐδοκίᾳ, μετέχειν τῆς ἀ-νεκλαλήτου χαρᾶς καὶ χάριτος τῆς ἁγίας καὶ παμφώτου τοῦ Χριστοῦ Ἀναστάσεως, προσφέρομεν τῷ ὀλέσαντι θανάτου τὸ κράτος καὶ φωτίσαντι ἀνθρώπων τὸ γένος αἶνον, προσκύνησιν καὶ εὐχαριστίαν.

Ἀκολουθοῦντες δὲ ἔθει τῆς Ἐκκλησίας ἀρχαίῳ, ἥκομεν εὐφρο-σύνως προσαγορεῦσαι τὴν Ὑμετέραν λίαν ἡμῖν ἀγαπητὴν καὶ περι-σπούδαστον Θειοτάτην Παναγιότητα, τῷ ἡδύμῳ καὶ πλησιφαεῖ ἀγ-γέλματι

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ!

καὶ ἐν ταὐτῷ περιπτύξασθαι καὶ ἀσπάσασθαι Αὐτὴν πασχαλίῳ ἀσπασμῷ εἰρήνης τε καὶ ἀγάπης, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν Πατρὶ καὶ Πνεύματι εἰς αἰῶνας.

Προσέτι, ἀδελφοποθήτως ἐπιθυμοῦμεν ἐπεύξασθαι Αὐτῇ ὅπως, ὁ διὰ τοῦ Σταυροῦ καὶ τῆς Ἀναστάσεως Αὐτοῦ ὁδοποιήσας πάσῃ σαρκὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν, Κύριος Ἰησοῦς, πληθύνῃ τὰ σεβάσμια καὶ πολύτιμα ἔτη τῆς Ὑμετέρας Σεπτῆς Κορυφῆς, χαρίζηται δὲ Ὑμῖν, ἔτι καὶ ἔτι, μακράν, ἔνδοξον καὶ ἀδιάσειστον Ποιμαντορίαν «ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται» (Β´ Θεσ. 3, 1) καὶ παρέχῃ Ὑμῖν ὑγίειαν ἀμφιλαφῆ, δύναμιν, σοφίαν καὶ πᾶσαν ἄλλην δωρημάτων τελείων δαψίλειαν, εἰς τὸ ποιμαίνειν θεοφιλῶς, τῷ φωτὶ τῆς Ἀναστά-σεως, τὴν λογικὴν τοῦ Χριστοῦ ἐκλογάδα, πρὸς Θεοῦ δόξαν καὶ εὔκλειαν τῆς Μιᾶς, Ἁγίας, Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας.

Ἐπὶ τούτοις περιπτυσσόμενοι Ὑμᾶς καὶ αὖθις, κατασπαζόμεθα τὴν Ὑμετέραν Θειοτάτην Παναγιότητα φιλήματι ἁγίῳ ἐν Χριστῷ Ἀναστάντι, μετὰ βαθείας ἀγάπης καὶ τιμῆς ἐξιδιασμένης καὶ διατελοῦμεν


Ἅγιον Πάσχα 2021