ΑΡΧΕΙΟ ΕΓΚΥΚΛΙΩΝ










Εγκύκλιοι της Ιεράς Συνόδου

Προηγούμενη σελίδα | Εκτύπωση


Περί της εκλογής νέου Μητροπολίτη στην Ιερά Μητρόπολη Φιλίππων, Νεαπόλεως και Θάσου
(14/11/2017).

(Για να διαβάσετε το κείμενο σε μορφή PDF, επιλέξτε εδώ)


Πρωτ. 5288
Διεκπ. 2443
Αθήνα 14ῃ Νοεμβρίου 2017


Ε Γ Κ Υ Κ Λ Ι Ο Σ 2 9 8 8


Πρός
τόν εὐλαβέστατον ἱερόν κλῆρον καί τό χριστεπώνυμον πλήρωμα
τῆς ῾Ιερᾶς Μητροπόλεως Φιλίππων, Νεαπόλεως καί Θάσου


Εὐλαβέστατοι ἱερεῖς καί λοιποί ἁπαξάπαντες εὐλογημένοι χριστιανοί, οἱ κατά τήν ῾Ιεράν Μητρόπολιν Φιλίππων, Νεαπόλεως καί Θάσου, χάρις εἴη ὑμῖν ἀπό Θεοῦ Κυρίου Παντοκράτορος.

Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, διά τήν ἄπειρον Αὐτοῦ φιλανθρωπίαν ἐνανθρωπήσας πρός σωτηρίαν ἡμῶν, καθίδρυσε τήν ἁγίαν Ἐκκλησίαν πρός τόν σκοπόν τῆς ἑνί ἑκάστῳ τῶν πιστῶν μεταδόσεως τῆς σωτηρίας διά τῆς διδασκαλίας, τοῦ ἁγιασμοῦ καί τῆς καθοδηγήσεως αὐτῶν ὑπό τῶν Ἀποστόλων καί τῶν διαδόχων αὐτῶν ποιμένων Αὐτῆς. Τούτους δέ καί συνεχιστάς ὥρισε τοῦ ἀπολυτρωτικοῦ ἔργου Αὐτοῦ κατά τούς σωτηρίους λόγους Αὐτοῦ: «Καθώς ἀπέσταλκέ με ὁ Πατήρ κἀγώ πέμπω ὑμᾶς» (Ἰωάν. κ´, 21). «Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καί ὁ ἀθετῶν ὑμᾶς ἐμέ ἀθετεῖ, ὁ δέ ἀθετῶν ἐμέ ἀθετεῖ τόν ἀποστείλαντά με» (Λουκ. ι´, 16). «Ὁ δεχόμενος ὑμᾶς ἐμέ δέχεται, καί ὁ ἐμέ δεχόμενος δέχεται τόν ἀποστείλαντά με» (Ἰωάν. ιγ´, 20).

Κατά τήν διδασκαλίαν τῆς Ἐκκλησίας, ὁ ἐνανθρωπήσας Υἱός καί Λόγος τοῦ Θεοῦ κέκτηται τό τρισσόν ἀξίωμα συντιθέμενον ὑπό τοῦ ἀρχιερατικοῦ, προφητικοῦ καί βασιλικοῦ. Τοῦτο μετέδωκεν εἰς τούς ἁγίους Μαθητάς Αὐτοῦ καί Ἀποστόλους, ὅπερ καί μεταδίδεται διά τοῦ Ἁγίου Πνεύματος ἐν τῷ Μυστηρίῳ τῆς Ἱερωσύνης εἰς τούς διαδόχους αὐτῶν. Οὐδέ δύναται ἵνα νοηθῇ ἡ Ἐκκλησία ἄνευ αὐτῶν. «Χωρίς τούτων Ἐκκλησία οὐ καλεῖται», ἔγραφεν ὁ ἀποστολικός πατήρ Ἰγνάτιος ὁ Θεοφόρος. Οὔτε σῴζεται ὁ πιστός ἐκτός Ἐκκλησίας μένων, ἀλλ' οὔτε καί ὠφελεῖται ἐν αὐτῇ ἄνευ τῶν οἰκονόμων τῶν θείων Μυστηρίων, τῶν ποιμένων αὐτῆς καί διδασκάλων. «Καί αὐτός ἔδωκε τούς μέν ἀποστόλους, τούς δέ προφήτας, τούς δέ εὐαγγελιστάς, τούς δέ ποιμένας καί διδασκάλους, πρός τόν καταρτισμόν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομήν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τήν ἑνότητα τῆς πίστεως καί τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ» (᾿Εφεσ. δ´, 11 13). Ἁπάντων τῶν χαρισματούχων τῆς Ἐκκλησίας προεξάρχει ὁ Ἐπίσκοπος, ὁ εἰς τόπον καί τύπον Χριστοῦ εὑρισκόμενος, ὁ ἐγκεχειρισμένος τό ἀνώτατον ἀξίωμα. Πρόδηλος ἄρα καθίσταται ἡ ὑπερτάτη σημασία τοῦ ἐπισκοπικοῦ ἀξιώματος ἐν τῇ Ὀρθοδόξῳ Ἐκκλησίᾳ καί ἡ ἀναγκαιότης τούτου.

Ἡ Ἱερά Σύνοδος τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, ἐν τῇ μερίμνῃ καί στοργῇ Αὐτῆς ὑπέρ τοῦ ποιμνίου τῆς θεοσώστου Ἱερᾶς Μητροπόλεως Φιλίππων, Νεαπόλεως καί Θάσου, συνελθοῦσα ἐν τῇ αἰθούσῃ τῶν συνεδριῶν τοῦ Συνοδικοῦ Μεγάρου τῇ 6ῃ τοῦ μηνός Ὀκτωβρίου τοῦ σωτηρίου ἔτους 2017, ψήφοις κανονικαῖς ἐξελέξατο καί κατέστησεν Μητροπολίτην Φιλίππων, Νεαπόλεως καί Θάσου, εἰς διαδοχήν τοῦ μακαρίᾳ τῇ λήξει γενομένου Μητροπολίτου κυροῦ Προκοπίου, τόν Πανοσιολογιώτατον Ἀρχιμανδρίτην κ. Στέφανον Τόλιον, ἄχρι τοῦδε κληρικόν τῆς Ἱερᾶς Μητροπόλεως Θεσσαλονίκης, κληρικόν δεδοκιμασμένον καί ζηλωτήν, δόκιμον ἐργάτην τοῦ Εὐαγγελίου, κήρυκα τοῦ θείου λόγου, καί ἱκανήν πεῖραν κεκτημένον, πρός διεξαγωγήν τοῦ μεγάλου καί ὑψηλοῦ ἔργου τῆς ἀρχιερατικῆς διακονίας, τελεσθέντος αὐθημερόν τοῦ Μεγάλου Μηνύματος.

Οὗτος, ψήφῳ καί δοκιμασίᾳ τῶν Σεβασμιωτάτων Μητροπολιτῶν, τῶν συγκροτούντων τήν ῾Ιεράν Σύνοδον τῆς Ἱεραρχίας τῆς ἁγιωτάτης Ἐκκλησίας τῆς Ἑλλάδος, τῇ θείᾳ Χάριτι, ἐχειροτονήθη Ἐπίσκοπος καί Μητροπολίτης τῆς ἁγιωτάτης Μητροπόλεως Φιλίππων, Νεαπόλεως καί Θάσου, τῇ 8ῃ μηνός Ὀκτωβρίου 2017, ἐν τῷ Ἱερῷ Ναῷ τοῦ Ἁγίου Δημητρίου Θεσσαλονίκης, τῆς Ἱερᾶς Μητροπόλεως Θεσσαλονίκης, ὑπό τοῦ Σεβασμιωτάτου Μητροπολίτου Θεσσαλονίκης κ. Ἀνθίμου, τῇ συμμετοχῇ καί ἑτέρων Σεβασμιωτάτων Μητροπολιτῶν.

Οὕτως οὖν ὁ Σεβασμιώτατος Μητροπολίτης Φιλίππων, Νεαπόλεως καί Θάσου κ. Στέφανος ἀνεδείχθη τῇ Χάριτι τοῦ Παναγίου καί τελεταρχικοῦ Πνεύματος γνήσιος, κανονικός, καί νόμιμος ποιμενάρχης καί προστάτης πνευματικός τῆς Ἱερᾶς Μητροπόλεως Φιλίππων, Νεαπόλεως καί Θάσου, ἔχων τό δικαίωμα τοῦ εὐλογεῖν καί ἁγιάζειν ἀρχιερατικῶς πάντας τούς χριστιανούς καί πάντα τά ἀρχιερατικά ἐπιτελεῖν, μετά τῆς τοῦ Ἱεροῦ Συνθρόνου ἐγκαθιδρύσεως, κρίνειν τε καί ἀνακρίνειν πᾶσαν ἐκκλησιαστικήν ὑπόθεσιν κατά τούς Ἱερούς Κανόνας καί τούς Νόμους.

Ταῦτα ἀγγέλλουσα γηθοσύνως πᾶσιν ὑμῖν, ἡ Ἱερά Σύνοδος τῆς Ἐκκλησίας τῆς Ἑλλάδος προτρέπεται καί ἐντέλλεται, ἵνα ὑποδεξάμενοι τόν Σεβασμιώτατον Μητροπολίτην Φιλίππων, Νεαπόλεως καί Θάσου κ. Στέφανον, ὡς κανονικόν καί νόμιμον Ἐπίσκοπον ὑμῶν, πείθησθε καί ὑπείκητε αὐτῷ προθύμως, κατά τό παράγγελμα τῆς Ἁγίας Γραφῆς, «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καί ὑπείκετε, αὐτοί γάρ ἀγρυπνοῦσιν ὑπέρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες» (Ἑβρ. ιγ´, 17), μνημονεύητε δέ οἱ κληρικοί τοῦ ὀνόματος αὐτοῦ ἐν πάσαις ταῖς Θείαις Λειτουργίαις καί ἱεραῖς ἀκολουθίαις καί δεήσεσι κατά τήν ἐκκλησιαστικήν τάξιν, ἀπονέμητε δ' αὐτῷ πάντες ὡς πνευματικῷ πατρί ὑμῶν πᾶσαν τιμήν.

«Ἡ Χάρις τοῦ Κυρίου ᾿Ιησοῦ Χριστοῦ καί ἡ ἀγάπη τοῦ Θεοῦ καί ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετά πάντων ὑμῶν. Ἀμήν». (Β´ Κορ. ιγ´, 13).
Ἀθήνῃσι 14ῃ Νοεμβρίου τοῦ δισχιλιοστοῦ δεκάτου ἑβδόμου ἔτους.

† Ὁ Ἀθηνῶν Ι Ε Ρ Ω Ν Υ Μ Ο Σ, Πρόεδρος
† Ὁ Σύρου, Τήνου, Ἄνδρου, Κέας καί Μήλου Δωρόθεος
† Ὁ Χαλκίδος Χρυσόστομος
† Ὁ Νέας Σμύρνης Συμεών
† Ὁ Κερκύρας, Παξῶν καί Διαποντίων Νήσων Νεκτάριος
† Ὁ Γλυφάδας, Ἑλληνικοῦ, Βούλας, Βουλιαγμένης καί Βάρης Παῦλος
† Ὁ Θήρας, Ἀμοργοῦ καί Νήσων Ἐπιφάνιος
† Ὁ Δράμας Παῦλος
† Ὁ Σισανίου καί Σιατίστης Παῦλος
† Ὁ Πολυανῆς καί Κιλκισίου Ἐμμανουήλ
† Ὁ Λαγκαδᾶ, Λητῆς καί Ρεντίνης Ἰωάννης
† Ὁ Χίου, Ψαρῶν καί Οἰνουσσῶν Μᾶρκος
† Ὁ Νικοπόλεως καί Πρεβέζης Χρυσόστομος

Ὁ Ἀρχιγραμματεύς
† Ὁ Μεθώνης Κλήμης