ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ - ������������������

Προηγούμενη σελίδα

Απαντητική επιστολή στην Ιεραρχία της Εκκλησίας της Ελλάδος

18/10/2007

Μαϊάμι 18 Ὀκτωβρίου 2007


Σεβασμιώτατοι καί προσφιλέστατοί μοι
Ἅγιοι Ἀδελφοί Συνεπίσκοποι,
Χαίρετε καί Ὑμεῖς ἐν Κυρίῳ πάντοτε,
Ηὐφράνθημεν ἐν Κυρίῳ ἐπί τῇ ἀναγνώσει τῆς ἀπό 9ης μηνός Ὀκτωβρίου ἐ.ἔ. ἐπιστολῆς, ἥντινα ἀπεστείλατε ἡμῖν ὑμεῖς πάντες οἱ Σεβασμιώτατοι ἐν Χριστῷ ἀδελφοί, οἱ τῇ Χάριτι τοῦ Παναγίου Πνεύματος συγκροτοῦντες τήν Σεπτήν Ἱεράν Σύνοδον τῆς Ἱεραρχίας τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Ἑλλάδος, οἱ καί Συλλειτουργοί ἡμῶν, μεθ’ ὧν ἐσμέν συνηρμοσμένοι ὥσπερ χορδαί κιθάρᾳ, καί ἐνεχείρισαν ἡμῖν οἱ ἐνταῦθα ἀφιχθέντες Σεβασμιώτατοι Μητροπολῖται Καλαβρύτων καί Αἰγιαλείας κ. Ἀμβρόσιος καί Σερβίων καί Κοζάνης κ. Παῦλος.

Ἐν τῇ ἐπιστολῇ αὐτῇ διεκρίναμε τά κατακλύζοντα καί πληροῦντα τάς καρδίας ὑμῶν συναισθήματα θεοφιλοῦς ἀγάπης, σεπτῆς τιμῆς καί ἐνθέου σεβασμοῦ πρός τό δοκιμαζόμενον ὑπό ἀσθενείας πρόσωπον ἡμῶν, ἐν ταὐτῷ δέ καί τάς παρακλητικάς καί ἐπιστηρικτικάς εὐχάς πάντων πρός τόν Φιλάνθρωπον καί Παντοδύναμον Κύριον καί Θεόν ἡμῶν, ἵνα ἐνισχύσῃ ἡμᾶς ἐν τῇ παρούσῃ περιστάσει, πρός δόξαν τοῦ Ἁγίου Ὀνόματος Αὐτοῦ.


Βεβαιοῦμεν, ὑμᾶς, ὅτι ἔχομεν ἐν τῷ νοΐ ἡμῶν τούς λόγους τοῦ οὐρανοβάμονος Ἀποστόλου Παύλου, τοῦ καί Ἱδρυτοῦ τῆς Ἁγιωτάτης Ἐκκλησίας ἡμῶν : «εἰ καυχᾶσθαι δεῖ, τά τῆς ἀσθενείας μου καυχήσομαι» (Β΄ Κορινθίους, ια΄ 30) καί πάλιν «ὑπέρ ἐμαυτοῦ οὐ καυχήσομαι εἰμή ἐν ταῖς ἀσθενείαις μου» (Β΄ Κορινθίους, ιβ΄ 5), ἵνα ἐπισκιάσῃ ἡμᾶς ἡ χάρις τοῦ Παναγάθου Θεοῦ Πατρός καί ἐπισκηνώσῃ ἐφ’ ἡμᾶς ἡ χάρις τοῦ Παναγίου Πνεύματος.

Εἰ οὕτως ὁ τῶν ἐθνῶν Ἀπόστολος ἐθεώρει καύχημα τάς ἀσθενείας αὐτοῦ, πόσον μᾶλλον ἡμεῖς τό ὀστράκινον σκεῦος. Δι’ ὅ δοξάζοντες, πάντων ἕνεκεν, τόν ἐν Τριάδι Θεόν, Ὅν ἔχομεν καταφυγήν καί ἄγκυραν καί εἰς Ὅν ἠλπίκαμεν, ἀναφωνοῦμεν μετά τοῦ πολυάθλου καί δικαίου Ἰώβ «εἴη τό ὄνομα Κυρίου εὐλογημένον εἰς τούς αἰῶνας» (Ἰώβ α΄ 21).
Ὅθεν, εὐχαριστοῦμεν ὑμᾶς καί αὖθις διά τήν ἀγάπην, τόν σεβασμόν, τάς εὐχάς, τήν ἐπιστολήν καί τήν ἐπίσκεψιν τῶν προσφιλεστάτων ἁγίων ἀδελφῶν.

Εὔξασθε ὑπέρ ἡμῶν ἔτι καί ἔτι.


† Ὁ Ἀθηνῶν Χριστόδουλος, Πρόεδρος

Προηγούμενη σελίδα